Ancient Greek
Chapter 49
Justin Martyr, Dialogus cum Tryphone 49.7
Not analysed yet
Κἀκεῖνος· Μάλιστα. Ὡς οὖν, φημί. ἔτι ὄντος τότε ἐν ἀνθρώποις τοῦ Μωσέως, μετέθηκεν ἐπὶ τὸν Ἰησοῦν ὁ θεὸς ἀπὸ τοῦ ἐν Μωσεῖ πνεύματος, οὕτως καὶ ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὸν Ἰωάννην ἐλθεῖν ὁ θεὸς δυνατὸς ἦν ποιῆσαι. ἵνα, ὥσπερ ὁ Χριστὸς τῇ πρώτῃ παρουσίᾳ ἄδοξος ἐφάνη, οὕτως καὶ τοῦ πνεύματος τοῦ ἐν Ἡλίᾳ πάντοτε καθαρεύοντος, ὡς τοῦ Χριστοῦ. ἄδοξος ἡ πρώτη παρουσία νοηθῇ.