Ancient Greek
Chapter 49
Justin Martyr, Dialogus cum Tryphone 49.8
Not analysed yet
Κρυφίᾳ γὰρ χειρὶ ὁ κύριος πολεμεῖν τὸν Ἀμαλὴκ εἴρηται [Exod. ,XVIII, 8], καὶ ὅτι ἔπεσεν ὁ Ἀμαλὴκ οὐκ ἀρνήσεσθε. Εἰ δὲ ἐν τῇ ἐνδόξῳ παρουσίᾳ τοῦ Χριστοῦ πολεμηθήσεσθαι τὸν Ἀμαλὴκ μόνον λέγεται, ποῖος καρπὸς ἔσται τοῦ λόγου. ὅς φησι· Κρυφίᾳ χειρὶ ὁ θεὸς πολεμεῖ τὸν Ἀμαλὴκ: Νοῆσαι δύνασθε ὅτι κρυφία δύναμις τοῦ θεοῦ γέγονε τῷ σταυρωθέντι Χριστῷ, ὃν καὶ τὰ δαιμόνια φρίσσει καὶ πᾶσαι ἁπλῶς [fol. 100] αἱ ἀρχαὶ καὶ ἐξουσίαι τῆς γῆς.