Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.10
Not analysed yet
Καὶ πάλιν ἐγώ· Εἰ οὖν καὶ ἀπὸ τῶν γραφῶν μὴ εἶχον ἀποδεῖξαι ὑμῖν ὅτι εἶς τῶν τριῶν ἐκείνων καὶ ὁ θεός [cf. Gen. ,XVIII, 1] ἐστι καὶ ἄγγελος [cf. Gen. ,XXXI, 11] καλεῖται, ἐκ τοῦ ἀγγέλλειν, ὡς προέφην, οἷσπερ βούλεται τὰ παρ᾿ αὐτοῦ ὁ τῶν ὅλων ποιητὴς θεός, τὸν ἐπὶ τῆς γῆς ἐν ἰδέᾳ ἀνδρὸς ὁμοίως τοῖς σὺν αὐτῷ παραγενομένοις δυσὶν ἀγγέλοις φαινόμενον τῷ Ἀβραάμ. ,τοῦτου τὸν καὶ πρὸ ποιήσεως κόσμου ὄντα θεόν, τοῦτον νοεῖν ὑμᾶς εὔλογον ἦν, ὅπερ τὸ πᾶν ἔθνος ὑμῶν νοεῖ. Καὶ πάνυ, ἔφη· οὕτως γὰρ καὶ μέχρι τοῦ δεῦρο εἴχομεν.