Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.11
Not analysed yet
Κἀγώ πάλιν εἶπον · Ἐπὶ τὰς γραφάς ἐπανελθὼν πειράσομαι πεῖσαι ὑμᾶς ὅτι οὗτος ὅ τε τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ ὦφθαι λεγόμενος καὶ γεγραμμένος θεὸς ἒτερός ἐστι τοῦ τὰ πάντα ποιήσαντος θεοῦ, ἀριθμῷ λέγω ἀλλὰ οὐ γνώμῃ · οὐδὲν γὰρ φημι αὐτὸν πεπραχέναι ποτὲ ἢ ὡμιληκέναι ἢ ἅπερ αὐτὸν ὁ τὸν κόσμον πονήσας, ὑπὲρ ὅν ἄλλος οὐκ ἔστι θεός, βεβούληται καὶ πρᾶξαι καὶ ὁμιλῆσαι [cf. JEAN, ,XII, 49].