Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.18
Not analysed yet
Καὶ μετ᾿ ὀλίγον πάλιν οὕτως φησίν· Εἶπε κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἴνα γνῶ. Καὶ ἀποστρέψαντες οἱ ἄνδρες ἐκεῖθεν ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι κυρίου, καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς [Gen. ,XVIII, 20-23]; καὶ τὰ ἐξῆς· οὐ γὰρ γράφειν πάλιν τὰ αὐτά, τῶν πάντων προγεγραμμένων, δοκεῖ μοι, ἀλλ᾿ ἐκεῖνα, δι᾿ ὧν καὶ τὴν ἀπόδειξιν τῷ Τρύφωνι καὶ τοῖς σὺν αὐτῷ πεποίημαι, λέγειν ἀναγκαῖον.