Ancient Greek
Chapter 56
Justin Martyr, Dialogus cum Tryphone 56.19
Not analysed yet
Τότε οὖν ἦλθον ἐπὶ τὰ ἐξῆς, ἐν οἷς λέλεκται ταῦτα· Ἀπῆλθε δὲ κύριος, ὡς ἐπαύσατο λέγων τῷ Ἀβραάμ, καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἐσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων [Gen. ,XVIII, 33; XIX, 1]· καὶ τὰ ἑξῆς ὁμοίως μέχρι τοῦ· Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐπίασαν τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου προσέκλεισαν [Gen. ,XIX, 10]· καὶ τὰ ἑπόμενα μέχρι [fol. 108] τοῦ· Καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ. ἐν τῷ φείσασθαι κύριον αὐτοῦ.