Ancient Greek
Chapter 69
Justin Martyr, Dialogus cum Tryphone 69.7
Not analysed yet
Οἱ δὲ καὶ ταῦτα ὁρῶντες γινόμενα φαντασίαν μαγικὴν γίνεσθαι ἔλεγον· καὶ γὰρ μάγον [cf. MT. ,IX, 34; XII, 24 et pll.] εἶναι αὐτὸν ἐτόλμων λέγειν καὶ λαοπλάνον [cf. JEAN, VII, 12, et MT. ,XXVII, 63]. Αὐτὸς δὲ καὶ ταῦτα ἐποίει πείθων καὶ τοὺς ἐπ᾿ αὐτὸν πιστεύειν μέλλοντας, ὅτι, κἄν τις, ἐν λώβῃ τινὶ σώματος ὑπάρχων, φύλαξ τῶν παραδεδομένων ὑπ᾿ αὐτοῦ διδαγμάτων ὑπάρξῃ, ὁλόκληρον αὐτὸν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ [fol. 125] μετὰ τοῦ καὶ ἀθάνατον καὶ ἄφθαρτον καὶ ἀλύπητον ποιῆσαι ἀναστήσει.