Ancient Greek
Chapter 70
Justin Martyr, Dialogus cum Tryphone 70.1
Not analysed yet
Ὅταν δὲ οἱ τὰ τοῦ Μίθρου μυστήρια παραδιδόντες λέγωσιν ἐκ πέτρας γεγεννῆσθαι αὐτόν, καὶ σπήλαιον καλῶσι τὸν τόπον ἔνθα μυεῖν τοὺς πειθομένους αὐτῷ παραδιδοῦσιν, ἐνταῦθα οὐχὶ τὸ εἰρημένον ὑπο Δανιήλ. ὅτι Λίθος ἄνευ χειρῶν ἐτμήθη ἐξ ὄρους μεγάλου [cf. DAN. ,II, 34], μεμιμῆσθαι αὐτοὺς ἐπίσταμαι, καὶ τὰ ὑπὸ Ἡσαίου ὁμοίως [cf. Is. ,XXXIII. 16], οὗ καὶ τοὺς λόγους πάντας μιμήσασθαι ἐπεχείρησαν; Δικαιοπραξίας γὰρ λόγους καὶ παρ᾿ ἐκείνοις λέγεσθαι ἐτεχνάσαντο.