Ancient Greek
Chapter 78
Justin Martyr, Dialogus cum Tryphone 78.5
Not analysed yet
Γεννηθέντος δὲ τότε τοῦ παιδίου ἐν Βηθλεέμ [cf. MT. ,II, 1], ἐπειδὴ Ἰωσὴφ οὐκ εἶχεν ἐν τῇ κώμῃ ἐκείνῃ που καταλῦσαι, ἐν σπηλαίῳ τινὶ [cf. Protéu. de Jacq. ,XVII, 3] σύνεγγυς τῆς κώμης κατέλυσε· καὶ τότε, αὐτῶν ὄντων ἐκεῖ, ἐτετόκει ἡ Μαρία τὸν Χριστὸν καὶ ἐν φάτνῃ αὐτὸν ἐτεθείκει [LUC, II, 6-7], ὅπου ἐλθόντες οἱ ἀπὸ Ἀρραβίας μάγοι εὗρον αὐτόν [MT. ,II, 11].