Ancient Greek
Chapter 78
Justin Martyr, Dialogus cum Tryphone 78.6
Not analysed yet
Ὅτι δὲ Ἡσαΐας καὶ περὶ τοῦ συμβόλου τοῦ κατὰ τὸ σπήλαιον προεκεκηρύχει [IS. ,XXXIII, 16], ἀνιστόρησα ὑμῖν, ἔφην, καὶ δι᾿ αὐτοὺς δὲ τοὺς σήμερον σὺν ὑμῖν ἐλθόντας πάλιν τῆς περικοπῆς ἐπιμνησθήσομαι, εἶπον· καὶ ἀνιστόρησα [fol. 132] ἥν καὶ προέγραψα ἀπὸ τοῦ Ἡσαίου περικοπήν, εἰπὼν διὰ τοὺς λόγους ἐκείνους τοὺς τὰ Μίθρα μυστήρια παραδιδόντας, ἐν τόπῳ ἐπικαλουμένῳ παρ᾿ αὐτοῖς σπηλαίῳ μυεῖσθαι ὑπ᾿ αὐτῶν, ὑπὸ τοῦ διαβόλου ἐνεργηθῆναι εἰπεῖν.