Ancient Greek
Chapter 86
Justin Martyr, Dialogus cum Tryphone 86.1
Not analysed yet
Καὶ ταῦτα εἰπὼν προσέθηκα· Ὅτι δέ. μετὰ τὸ σταυρωθῆναι τοῦτον ὃν ἔνδοξον πάλιν παραγενήσεσθαι ἀποδεικνύουσιν αἱ γραφαί [cf. DAN. ,VII, 13–14, et Ps. ,XXIII, 7], σύμβολον εἶχε τοῦ ξύλου τῆς ζωῆς [cf. Gen. . II, 9 et Prou. ,III, 18], ὃ ἐν τῷ παραδείσῳ πεφυτεῦσθαι ἐλέλεκτο, καὶ τῶν γενησομένων πᾶσι τοῖς δικαίοις. ἀκούσατε. Μωσῆς μετὰ ῥάβδου ἐπὶ τὴν τοῦ λαοῦ ἀπολύτρωσιν ἐπέμφθη [cf. Exode, IV, 17], καὶ ταύτην ἔχων μετὰ χεῖρας ἐν ἀρχῇ τοῦ λαοῦ διέτεμε τὴν θάλασσαν [cf. ibid. ,XIV, 16], διὰ ταύτης ἀπὸ τῆς πέτρας ὕδωρ ἀναβλύσαν ἑώρα [cf. ibid. ,XVII, 5–6, et Nombr. ,XX, 8]· καὶ ξύλον βαλὼν εἰς τὸ ἐν Μερρᾷ ὕδωρ, πικρὸν ὅν, γλυκὺ ἐποίησε [cf. Exod. ,XV, 23–25].