Ancient Greek
Chapter 86
Justin Martyr, Dialogus cum Tryphone 86.2
Not analysed yet
Ῥάβδους βαλὼν Ἰακὼβ εἰς τὰς ληνοὺς τῶν ὑδάτων ἐγκισσῆσαι τὰ πρόβατα τοῦ μητραδέλφου, ἵνα τὰ γεννώμενα ἐξ αὐτῶν κτήσηται, ἐπέτυχεν· ἐν ῥάβδῳ αὐτοῦ διεληλυθέναι τὸν ποταμὸν ὁ αὐτὸς Ἰακὼβ καυχᾶται [cf. Gen. ,XXX, 37-38, et XXXII, 10]. Κλίμακα ἔφη ἑωρᾶσθαι αὐτῷ, καὶ τὸν θεὸν ἐπ᾿ αὐτῆς ἐστηρίχθαι ἡ γραφὴ δεδήλωκε [cf. Gen. ,XXVIII, 12-13]· καὶ ὅτι οὐχ ὁ πατὴρ ἦν, ἀπὸ τῶν γραφῶν ἀπεδείξαμεν. Καὶ ἐπὶ λίθου καταχέας ἔλαιον ἐν τῷ αὐτῷ τόπῳ Ἰακὼβ στήλην τῷ ὀφθέντι αὐτῷ θεῷ ἀληλιφέναι ὑπ᾿ αὐτοῦ τοῦ ὀφθέντος αὐτῷ [fol. 141] θεοῦ μαρτυρεῖται [cf. Gen. ,XXVIII, 18, et XXXI, 13].