Ancient Greek
Chapter 96
Justin Martyr, Dialogus cum Tryphone 96.3
Not analysed yet
Καὶ πρὸς τούτοις πᾶσιν εὐχόμεθα ὑπὲρ ὑμῶν, ἵνα ἐλεηθῆτε ὑπὸ τοῦ Χριστοῦ. Οὗτος γὰρ ἐδίδαξεν ἡμᾶς καὶ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, εἰπών· Γίνεσθε χρηστοὶ καὶ οἰκτίρμονες, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος [cf. LUC, VI, 35-36]. Καὶ γὰρ τὸν παντοκράτορα θεὸν χρηστὸν καὶ οἰκτίρμονα ὁρῶμεν. τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντα ἐπὶ ἀχαρίστους [fol. 150] καὶ δικαίους, καὶ βρέχοντα ἐπὶ ὁσίους καὶ πονηρούς [cf. ibid. et MT. ,V, 45], οὓς πάντας ὅτι καὶ κρίνειν μέλλει ἐδίδαξε.