Ancient Greek
Chapter 97
Justin Martyr, Dialogus cum Tryphone 97.1
Not analysed yet
Καὶ γὰρ οὐδὲ τὸ μέχρις ἑσπέρας [cf. Exode, XVII, 12] μεῖναι τὸν προφήτην Μωσῆν, ὅτε τὰς χεῖρας αὐτοῦ ὑπεβάσταζον Ὢρ καὶ Ἀαρών, ἐπὶ τοῦ σχήματος τούτου εἰκῆ γέγονε. Καὶ γὰρ ὁ κύριος σχεδὸν μέχρις ἑσπέρας ἔμεινεν ἐπὶ τοῦ ξύλου, καὶ πρὸς ἑσπέραν ἔθαψαν αὐτόν [cf. MT. ,XXVII, 57 et MC. ,XV, 42]· εἶτα ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. Τοῦτο διὰ Δαυῒδ οὕτως ἐκπεφώνητο· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντελάβετό μου [PS. ,III, 5-6].