Ancient Greek
Chapter 97
Justin Martyr, Dialogus cum Tryphone 97.2
Not analysed yet
Καὶ διὰ Ἡσαΐου ὁμοίως εἴρητο περὶ τούτου, δι᾿ οὗ τρόπου ἀποθνήσκειν ἔμελλεν, οὕτως· Ἐξεπέτασά μου τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ [IS. ,LXV, 2]. Καὶ ὅτι ἔμελλεν ἀνίστασθαι, αὐτὸς Ἡσαΐας ἔφη Ἡ ταφὴ αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου [IS. ,LVII, 2]. Καί· Δώσω τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ [IS. ,LIII, 9].