Ancient Greek
Chapter 98
Justin Martyr, Dialogus cum Tryphone 98.5
Not analysed yet
Διεμερίσαντο τὰ ἰμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, κύριε, [fol. 152] μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν, φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ [Ps. ,XXI, 2-23].