Ancient Greek
Chapter 99
Justin Martyr, Dialogus cum Tryphone 99.1
Not analysed yet
Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα· Ὅλον οὖν τὸν ψαλμὸν οὕτως ἀποδείξω ὑμῖν εἰς τὸν Χριστὸν εἰρημένον, δι᾿ ὧν πάλιν αὐτὸν ἐξηγοῦμαι. Ὅ οὖν εὐθὺς λέγει· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με [Ps. ,XXI, 2]; τοῦτο ἄνωθεν προεῖπεν ὅπερ ὑπὸ Χριστοῦ ἔμελλε λέγεσθαι. Σταυρωθεὶς γὰρ εἶπεν· Ὁ θεός, ὁ θεός, ἵνα τί ἐγκατέλιπές με [MT. XXVII, 46 et MC. ,XV, 34];