Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_LAETUS
LAETUS, Fragmenta 1
Not analysed yet
Μετὰ δὲ τὰ Χαλδαίων τὰ Φοινίκων οὕτως ἔχει. Γεγόνασι περ ̓ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος. Τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ ̓ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὴ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατὰ τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Με- λάου τε εἰς τὴν Φοινίκην ἄφιξιν καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο.