Ancient Greek
58 to 68
Lamprocles, Fragmenta 58-68
Unproofread scanNot analysed yet
Himer. Or. XXIX: Καὶ Σιμωνίδῃ καὶ Βαχχυλίδῃ ἐσπούδασται ἡ πόλις . . . (Ἰουλῆς.) Schol. Π. ω 496: Πιθανὸν μίαν τεκεῖν ἑννεκαιδέκα, οὐχ ὡς Βαχχυλίδης πεντήκοιτα τῆς Θέανούς ὑπογράφει παίδας. Sch. Od. φ 295: Βαχχυλίδης δὲ διάφορον οἴεται τὸν Εὐρύτιονα· φησὶ γὰρ ἐπιξενοθέντα Λεξάμενῳ (ita Barnes, v. δεξάμενος) ἐν Ἠλιδὶ ἔδροστικῶς ἐπιχειρήσαι τῇ τοῦ ξενοδοχοῦντος θυγατρὶ καὶ διὰ τοῦτο ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι καιρίως τοῖς οἴκοις ἐπιστάντος. Cf. Eust. 1909, 61, ubi ἐκεῖ pro οἴκοις legitur. Sch. Pind. Isthm. IV 92: Ἰδίως τὸν Ἀνταῖον φησι (Πίνδαρος) τῶν ξένων τῶν ἡττωμένων τοῖς χρανοῖς ἐφέρειν τὸν τοῦ Ποσειδῶνος ναόν· τοῦτο γὰρ ἱστοροῦσι τὸν Θρᾷκα Διομήδην ποιεῖν, Βαχχυλίδης δὲ Εὐήνιον ἐπὶ τῶν Μαρπίσσης (sic Heyne, v. Μαρσίπτης) μυηστηρίων, οἱ δὲ Οἰνόμαον, ὡς Σοφοκλῆς. Sch. Apoll. Rh. II 498: Τινὲς τέσσαρας Ἀρισταίους γενεαλογοῦσιν, ὡς καὶ Βαχχυλίδης· τὸν μὲν Καρύστον, ἄλλον δὲ Χείρωνος (sic P, L et v. Χέρωνος, fort. Χαίρωνος), ἄλλον δὲ Γῆς καὶ Οὐρανοῦ, καὶ τὸν (l. τέταρτον) Κυρήνης. Sch. Hesiod. Th. 914: Ἡρπάσθαι δὲ τὴν Περσεφόνην φασίν οἱ μὲν ἐπ Σικελίας, Βαχχυλίδης δὲ ἐπ Κρήτης. Strabo XIII 616: Ὁ δὲ Κάικος οὐχ ἀπὸ τῆς Ἰδης ῥεῖ, καθά- περ εἴρηκε Βαχχυλίδης. Sch. Apoll. Rh. IV 973: Μνημονεύει (τοῦ ὀρειχάλκου) καὶ Στησίχορος καὶ Βαχχυλίδης. γεγόνασι τρεῖς Ἑρινύες πρῶτον, ἡ Τισιφόνη, Μέγαιρα, καὶ Ἀληκτώ σὺν ταύταις, καὶ σὺν αὐταῖς οἱ τέσσαρες ὀνομαστοὶ Τελχῖνες, Ἀκταῖος, Μεγαλήσιος, Ὀρμενὸς τε καὶ Λύκος, οὓς Βαχχυλίδης μὲν φησὶ Νε- μέσεως Ταρτάρου, ἄλλοι τινὲς δὲ λέγουσι τῆς Ἥης τε καὶ τοῦ Πόντου.