Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_LEO_BYZANTIUS
LEO BYZANTIUS, Fragmenta 2
Not analysed yet
Παράκειται δ ̓ αὐτῷ (τῷ Ἰσμηνῷ) Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον, δι ̓ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυοῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν, καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας, αἰφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἔπεσε τοῖς Εὐρυθεμίστης ὤμοις, καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας, τὴν μὲν κόρην ἔγημε, τὸ δ ̓ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δ ̓ ἐκλήθη Κιθαιρὼν δι ̓ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐριννύων, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς, οὐδ ̓ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ ἀποτυχοῦσα τῆς προαιρέσεως, ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν, καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δ ̓ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν, Ἀστερίου ποιμαίνοντος ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν, τὸ ὄρος ἀπ ̓ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὸ ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς.