Ancient Greek · ~2 min
1 to 2
LEO PELLAEUS, Fragmenta 1-2
Not analysed yet
Κόσμης δὲ ἐν πρώτῳ Αἰγυπτιακῶν καὶ Λέων ἐν πρώτῳ τῶν Πρὸς τὴν μητέρα καὶ Κνωσσὸς (Εὔδοξος̣) ἐν α’ Τεωγραφικῶν τῆς Ἀσίας πάντων ἀρχαιοτάτους τοὺς Αἰγυπτίους φασὶ, καὶ ἐν Αἰγύπτῳ πρώτην κτισθῆναι πόλιν Θήβας. Καὶ Νικάνωρ δὲ τούτοις συμφωνεῖ καὶ Ἀρχέμαχος ἐν τοῖς Μετονομασίαις. Λέων δὲ ὁ τὰ Περὶ τῶν κατ ̓ Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν.