Ancient Greek
Dfhg-Source dfhg4_LEPIDUS
LEPIDUS, Fragmenta 1
Not analysed yet
Τέγεα, πόλις Ἀρκαδίας . . . Λέπιδος δ ̓ ἐν Ἱστορίας ἐπιτομῆς πρώτῳ περὶ Λακεδαιμονίων οὕτω φησι· «Χρᾷ δ ̓ αὐτοῖς ἡ Πυθία ἐπ ̓ Ἀρκαδίᾳ ὧδε· Ἀρκαδίην μ ̓ αἰτεῖς; μέγα μ ̓ αἰτεῖς· οὔ τοι δώσω. Πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ ̓ ἀποκωλύσουσιν. Ἐγὼ δέ τοι οὔ τι μεγαίρω. Δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι, [καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι]. Ἐχρῶντο δὲ καὶ πάλιν, καὶ ἀφικνεῖται αὐτοῖς τάδε· Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ ̓ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ ̓ ἀνάγκης, καὶ τύπος ἀντίτυπος, καὶ πῆμ ̓ ἐπὶ πήματι κεῖται· ἔνθ ̓ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ·