Ancient Greek
Section 13
Lesbonax (Rhetorician), Προτρεπτικὸς Β̄ 13
Not analysed yet
Εὐξάμενοι οὖν τοῖϲ θεοῖϲ τοῖϲ Ὀλυμπίοιϲ, οἳ ὑμῖν κατὰ τὸ εἰκὸϲ πλέον νεμοῦϲιν ἢ τοῖϲ πολεμίοιϲ, †εὐχῇ ϲυμβαλλομένῃ τοῖϲ ἀνδράϲι. θαρρεῖτε δὲ καὶ ἴϲα νεμόντων τῶν θεῶν ὡϲ εὖ ἀγωνιεῖϲθε· τὰ ἱερὰ καλὰ καὶ τὸ δίκαιον ὑμῖν μὲν θαρρεῖν παρέξει, ἐκείνοιϲ δὲ δεδιέναι. ἃ δὲ μάλιϲτα ἄνδραϲ τελέουϲ παροξύνει, ὑμῶν αὐτῶν ἀκούϲατε, πόλεώϲ τε μέγεθοϲ καὶ εὐδαιμονίαν καὶ δόξαν, ἣν ἕκαϲτοϲ παρ’ ἑαυτῷ ἔχει ἅ τε νέοιϲ ἀνδράϲιν ἡλικίαϲ ἀθύρματα, παῖδεϲ καλοὶ καὶ γυναῖκεϲ καί γυμνάϲια καὶ κυνηγέϲια. ὧν ὑμεῖϲ ὑπὸ τῇ μεγάλῃ ἐλευθερίᾳ πλεῖϲτά τε καὶ κάλλιϲτα ἀπολαύετε, περὶ ὧν μαχεῖϲθε νυνὶ ὑμετέρων ὄντων περιττῶν ἀνδράϲιν, οἷϲ ταῦτα ϲπάνια.