Ancient Greek
38.2
Lesbonax (Rhetorician), Πολιτικός 38.2
Unproofread scanNot analysed yet
Πολλὰ δὲ εἰρηκὼς ἀγαθὰ ὅσα ἔνεστιν ἐν τῷ νικᾶν, πολλὰ ἕτερα παρήμα, ὧν εἰς ἕκαστος αὐτὸν ἀναμνησάμενος ἀνὴρ ἀγαθὸς γιγνέσθω· ὅσα δὲ τὰ διαφέροντα ἐν αὐτῷ τῷ μάχεσθαι ἔνεστιν εἰς τὸ ζῆν τε καὶ διαφθεῖρεσθαι, ταῦτα ὑμᾶς διδάξω. πρῶτον μὲν τὸ σῶμα εἰς τὸ ἔμπροσθεν πέφυκε καὶ βαδίζειν καὶ βλέπειν. 14 ἔπειτα τὰ ὅπλα· οὕτως εὑρίσκεται ἔμπροσθεν τοῦ σώματος προβεβληθῆναι, ἢ μὲν ἀσπίς τοῦ μὴ τιτρώσκεσθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεσθαι, ὥστε ἐὰν βούλησθε εἰς τὸ ἔμπροσθεν βαδίζειν ἐπὶ τὸ μαχόμενον ἀεὶ πάντες, ἀκούοντες τὰ λεγόμενα καὶ τὰ παραγγελλόμενα ποιούντες, ἀναμνησκόμενοι <τῶνδε >τῶν ἀγα-