Ancient Greek · ~2 min
Section 12
Lesbonax (Rhetorician), Προτρεπτικὸς Ᾱ 12
Not analysed yet
εἴ τιϲ τοίνυν εὐγενείαϲ βάϲανοϲ, ἐν τῷδε τῷ ἔργῳ μάλιϲτα ἔνεϲτιν. ὅϲτιϲ μὲν γὰρ πρότερον δοκῶν εὐγενὴϲ νῦν μὴ θελήϲει διαμάχεϲθαι, τὴν τ’ ἐκ τῶν προγόνων ὑπάρχουϲαν εὐγένειαν ἀπολεῖ τοῖϲ τε παιϲὶ δυϲγένειαν ἀπολείψει· ὅϲτιϲ δὲ ἐν τῷ ἔργῳ ἔϲται ἀνὴρ ἀγαθόϲ, τῶν τε προγόνων τὴν ἀρετὴν τοὺϲ καθ᾽ αὑτὸν ἀναμνήϲει τοῖϲ τε παιϲὶν εὐγένειαν καταλείψει· τῶν γὰρ ἐν τοῖϲ δεινοῖϲ ἀνδρῶν ἀγαθῶν γιγνομένων οἱ παῖδεϲ εὐγενεῖϲ νομίζονται.