Ancient Greek
1.378.1
Leucippus Phil., Testimonia 1.378.1
Unproofread scanNot analysed yet
γὰρ τινὰ καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀριθμοῖς καὶ ἐξ ἀριθμῶν· καὶ γὰρ εἰ μὴ σαφῶς δηλοῦσιν, ὅμως τοῦτο βούλονται λέγειν. καὶ πρὸς τούτοις, ἐπεὶ διαφέρει τὰ σώματα σχήμασιν, ἄπειρα δὲ τὰ σχήματα, ἄπειρα καὶ τὰ ἀπλὰ σώματα φασιν εἶναι. ποῖον δὲ καὶ τί ἕκαστον τὸ σχῆμα τῶν στοιχείων, οὐδὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷ πυρὶ τὴν σφαῖραν ἀπέδοσαν· ἀέρα δὲ καὶ ὕδωρ καὶ τὰλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὖσαν αὐτῶν τὴν φύσιν οἷον πανομομίαν πάντων τῶν στοιχείων.