Ancient Greek
1.380.3
Leucippus Phil., Testimonia 1.380.3
Unproofread scanNot analysed yet
29. AET. IV 13, 1 [D. 403] A. ,Δημόκριτος, Ἐπίκουρος κατὰ εἰδώλων εἰσχωρῶν οἴονται τὸ ὁρατικὸν συμβαίνειν πάθος. ALEX. de sensu p. 24, 14 λέγει γὰρ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὴν ἐμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι· ἔστι δὲ ἐμφασίς τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τῶν διαφανῶν, ὅσα οἷά τε τὴν ἐμφασιν φυλάττειν ἐν αὑτοῖς. ἡγεῖται δὲ αὐτὸς τε καὶ πρὸ αὐτοῦ A. καὶ ὑστερον δὲ οἱ περὶ τὸν Ἐπίκουρον εἰδώλα τινὰ ἀπορρέοντα ὁμοιόμορφα τοῖς ἀφ’ ὧν ἀπορρεῖ (ταῦτα δὲ ἔστι τὰ ὁρατά) ἐμπίπτειν τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίγνεσθαι. 56, 12 εἴδωλα γὰρ τινὰ ὁμοιόμορφα ἀπὸ τῶν ὁρωμένων συνεχῶς ἀπορρέοντα καὶ ἐμπιπτόντα τῇ ὀψει τοῦ ὁρᾶν ἠτιῶντο. τοιούτοι δὲ ἦσαν οἱ τε περὶ Λεύκιππον καὶ Δημόκριτον, οἱ καὶ ἐκ τῆς τῶν ἀοράτων διὰ μικρότητα παραθέσεως τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν ἐποίουν.