Ancient Greek
2.360.2
Leucippus Phil., Testimonia 2.360.2
Unproofread scanNot analysed yet
7. Arist. de gen. et corr. A 8. 324b35 οὕτω δὲ μάλιστα καὶ περὶ 325a1) πάντων ἐνὶ λόγῳ διωρίκασί Λ. καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἤπερ ἐστίν. ἐνίοις γὰρ τῶν ἀρχαίων ἐδόξε τὸ ὂν ἐξ ἀνάγκης ἐν εἶναι καὶ ἀκίνητον· τὸ μὲν γὰρ κενὸν οὐκ ὂν, κινεῖσθαι δ’ οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου, οὐδ’ αὐ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος . . . [folgt die S. 109. 23 mitget. St.] . . . 325a23 Λ. δ’ ἔχειν ὑψὴν λόγους, οἵτινες πρὸς τὴν αἴσθησιν ὁμο-λογοῦμενα λέγοντες οὐκ ἀναφήσουσιν οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων. ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ τὸ ἐν κατασκευάζουσιν ὡς οὐκ ἂν κίνησιν οὖσαν ἄνευ κενοῦ, τὸ τε κενὸν μὴ ὂν καὶ τοῦ ὄντος οὐδὲν μὴ ὂν φησιν εἶναι· τὸ γὰρ κυρίως ὂν παμπλήρες ὂν. ἀλλ’ εἶναι τὸ τοιοῦτον οὐχ ἕν, ἀλλ’ ἄπειρα τὸ πλῆθος καὶ ἄορατα διὰ σμικρότητα τῶν ὀγκῶν. ταῦτα δ’ ἐν τῷ κενῷ φέρεσθαι κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν. ποιεῖν δὲ καὶ πάσχειν ἢι τυγχάνουσιν ἀπτόμενα· ταύτηι γὰρ οὐχ ἕν εἶναι, καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννῶν· ἐκ δὲ τοῦ κατ’ ἀλήθειαν ἕνος [s. 18 A 25] οὐκ ἂν γενέσθαι πλῆθος οὐδ’ ἐκ τῶν ἀληθῶς πολλῶν ἕν, ἀλλ’ εἶναι τοῦτ’ ἀδύνατον· ἀλλ’, ὡσπερ Ἐμπεδοκλῆς [21 A 87] καὶ τῶν ἄλλων τινὲς φασὶ πάσχειν διὰ πόρων, οὕτω πᾶσαν ἀλλοίωσιν καὶ πᾶν τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως καὶ τῆς φθορᾶς, ὁμοίως δὲ καὶ τῆς αὔξησεως, ὑπεισδυομένων στερεῶν. σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν ὡσπερ καὶ Λ. φησιν. εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντηι πόροι συνεχεῖς εἰσίν. τοῦτο δ’ ἀδύνατον· οὐδὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ πᾶν κενόν. ἀνάγκη ἄρα τὰ μὲν ἀπτόμενα εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὕς ἐκεῖνος [Empedokles] λέγει πόρους. οὕτως δὲ καὶ Λ. λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν. . . . 325b24 ὡσπερ ἐν τῷ Τιμαίῳ γέγραφε Πλάτων· τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππωι λέγειν, ὅτι ὁ μὲν στερεά, ὁ δὲ ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ ὁ μὲν ἀπείροισ ὑρίσθαι σχήμασι τῶν ἀδιαρέτων στερεῶν ἕκαστον, ὁ δὲ ὑρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροί λέγουσι καὶ ὑρισμένα σχήμασιν. ἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππου μὲν δύο τρόποι ἄν εἴεν διὰ τε τοῦ κενοῦ καὶ διὰ τῆς ἀφῆς [ταύτηι γὰρ διααιρετὸν ἕκαστον,] Πλάτωνι δὲ κατὰ τὴν ἀφὴν μόνον· κενὸν γὰρ οὐκ εἶναί φησι. [Daraus [Ar.] de mxg 6. 980b7 ἐν τοῖς Λευκίππου καλουμένοις λόγοις.]