Ancient Greek
2.361.5
Leucippus Phil., Testimonia 2.361.5
Unproofread scanNot analysed yet
13 SIMPL. phys. p. 925,10 οἱ δὲ τῆς ἐπ' ἄπειρον τομῆς ἀπεργωκότες, ὡς οὐ δυναμένων ἡμῶν ἐπ' ἄπειρον τεμεῖν καὶ ἐκ τούτου πιστώσασθαι τὸ ἀκατάληκτον τῆς τομῆς, ἐξ ἀδιαρέτων ἐλεγον ὑφεστάναι τὰ σώματα καὶ εἰς ἀδιαιρέτα διαιρεῖσθαι. πλὴν ὅτι Λ. μὲν καὶ Δημόκριτος οὐ μόνον τὴν ἀπάθειαν αἰτίαν τοῖς πρώτοις σώμασι τοῦ μὴ διαιρεῖσθαι νομίζουσιν, ἀλλὰ καὶ τὸ μικρὸν καὶ ἄμερές. Ἐπίκουρος [fr. 268 U.] δὲ ὕστερον ἄμερὴ μὲν οὐχ ἡρεῖται, ἄτομα δὲ αὐτὰ διὰ τὴν ἀπάθειαν εἶναι φησὶ. καὶ πολλαχοῦ μὲν τὴν Λευκίππου καὶ Δημοκρίτου δόξαν ὁ Ἀριστοτέλης διήλεγξεν, καὶ δι' ἐκείνους ἴσως τοὺς ἐλέγχους πρὸς τὸ ἄμερὲς ἐνισταμένους ὁ Ἐπίκουρος ὕστερον μὲν γενόμενος, συμπαθῶν δὲ τῇ Λευκίππου καὶ Δημοκρίτου δόξῃ περὶ τῶν πρώτων σωμάτων, ἀπαθὴ μὲν ἐφύλαξεν αὐτά. τὸ δὲ ἄμερὲς αὐτῶν παρέλειτο, ὡς διὰ τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους ἐλεγχουμένων.