Ancient Greek
2.362.2
Leucippus Phil., Testimonia 2.362.2
Unproofread scanNot analysed yet
15. AET. I 18,3 (D. 316) Λ. Δημόκριτος . . . Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷι πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷι μεγέθει. ARIST. de caelo Γ 4. 303ᵃ⁴ οὐδ’ ὡς ἕτεροί τινες λέγουσιν, οἷον Λ. τε καὶ Δημ. ὁ Ἀβδηρίτης, εὐλόγα τὰ συμβαίνοντα· φασι γὰρ εἶναι τὰ πρῶτα μεγέθη πλήθει μὲν ἄπειρα, μεγέθει δὲ ἀδιαίρετα, καὶ οὐτ’ ἐξ ἑνὸς πολλὰ γίγεσθαι οὔτε ἐκ πολλῶν ἕν, ἀλλὰ τῇι τοῦτων συμπλοκῇι καὶ περιπαλάξει πάντα γεννᾶσθαι. τρόπων γὰρ τινὰ καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀρίθμους καὶ ἐξ ἀριθμῶν· καὶ γὰρ εἰ μὴ σαφῶς δηλοῦσιν, ὅμως τοῦτο βούλονται λέγειν. καὶ πρὸς τούτοις, ἐπεὶ διαφέρει τὰ σώματα σχήμασιν, ἄπειρα δὲ τὰ σχήματα, ἄπειρα καὶ τὰ ἀπλὰ σώματά φασιν εἶναι. ποῖον δὲ καὶ τί ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐδὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῷι πυρὶ τὴν σφαῖραν ἀπέδωκαν· ἄερα δὲ καὶ ὕδωρ καὶ τὰλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὕσαν αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων τῶν στοιχείων.