Ancient Greek
2.362.6
Leucippus Phil., Testimonia 2.362.6
Unproofread scanNot analysed yet
19. —de caelo A 7. 275ᵇ²⁹ εἰ δὲ μὴ συνεχὲς τὸ πᾶν, ἀλλ’ ὥσπερ λέγει Δημόκριτος καὶ Λ. διωρισμένα τῷι κενῷι, μίαν ἀναγκαῖον εἶναι πάντων τὴν κίνησιν. διώρισται μὲν γὰρ τοῖς σχήμασιν· τὴν δὲ φύσιν εἶναι φασιν αὐτῶν μίαν ὥσπερ ἂν εἰ χρυσὸς ἑκάστον εἴη κεχωρισμένος. phys. Δ 6. 213ᵃ²⁷ [nach 46 Δ 68] οἱ δ’ ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα, ἐν ᾧι μηδὲν ἐστὶ σῶμα αἰσθητόν· οἴόμενοι δὲ τὸ ὅν ἅπαν εἶναι σῶμά φασιν, ἐν ᾧι ὅλον μηδὲν ἐστι, τοῦτ’ εἶναι κενόν. διὸ τὸ πλήρες ἄερος κενὸν εἶναι. οὐκοῦν τοῦτο δεῖ δεικνύναι, ὅτι ἐστι τι ὁ ἀήρ, ἀλλ’ ὅτι οὐκ ἐστὶ διάστημα ἕτερον τῶν σωμάτων οὔτε χωριστὸν οὔτε