Ancient Greek
2.364.1
Leucippus Phil., Testimonia 2.364.1
Unproofread scanNot analysed yet
ἡ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον [c. 6 S. 28, 20] ἢ οἶαν δήποτε περιγραφὴν. (89) ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἀπειροὶ τὸ πλῆθος, ἔστι καταλαβεῖν, καὶ ὅτι ὁ τοιοῦτος δύναται κόσμος γίνεσθαι καὶ ἐν κόσμῳ καὶ μετακοσμίῳ ὁ λέγομεν μεταξὺ κόσμων διάστημα ἐν πολυκένωι τόπῳ καὶ οὐκ ἐν μεγάλωι καὶ εἰλικρινεῖ κενῷι, καθάπερ τινὲς φασιν, ἐπιπθειδίων τινῶν σπερμάτων ρυέντων ἀφ’ ἑνὸς κόσμου ἢ μετακοσμίῳ ἢ καὶ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπ’ ἄλλον τόπον . . . (90) οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧι ἐνδέχεται κόσμον γίνεσθαι κενῷι κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης. αὐξεσθαι τε, ἕως ἂν ἑτέρωι προσκρούσηι, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις. τοῦτο γὰρ μαχόμενον ἐστὶ τοῖς φαινομένοις.