Ancient Greek
2.364.7 to 2.365.8
Leucippus Phil., Testimonia 2.364.7-2.365.8
Unproofread scanNot analysed yet
30. AËT. IV 8, 5 (D. 394) Λ. ,Δημόκριτος τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἑτεροιώσεις εἶναι τοῦ σώματος. 8, 10 (D. 395) Λ. ,Δημόκριτος, Ἐπίκουρος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἐξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου. 31. ——14, 2 (D. 405 A. . Δημόκριτος, Ἐπίκουρος τὴς κατοπτρικῶς ἐμφάσεις γίνεσθαι κατ' εἰδώλων ἐνστάσεις, ἃτινα φέρεσθαι μὲν ἀφ' ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατ' ἀντεπιστροφὴν. 32. ——9, 8 (D. 397) οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λ. δέ, Δημόκριτος καὶ Διογένης νόμωι, τοῦτο δ' ἐστὶ δόξει καὶ πάθεσι τοῖς ἡμετέροισ. μηδὲν δ' εἶναι ἀληθὲς μηδὲ καταληπτὸν ἔκτὸς τῶν πρώτων στοιχείων, ἀτόμων καὶ κενού. ταῦτα γὰρ εἶναι μόνα φύσει. τὰ δ' ἐκ τούτων θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων συμβεβηκότα. 33. EPIPHAN. adv. haer. III 2,9 (D. 590) Λ. ὁ Μιλήσιος, κατὰ δὲ τινὰς Ἐλεάτης, καὶ οὗτος ἐριστικός. ἐν ἀπείρωι καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ' οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῶι ὕδατι κύπην. 34. AETH. v 25,3 (D. 437; ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος;) Λεύκιππος ὕπνον σώματος γίνεσθαι ἀποκρίσει τοῦ λεπτομεροῦς πλείονι τῆς εἰσκρίσεως τοῦ ψυχικοῦ θερμοῦ· (οὐ) τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δὲ εἶναι πάθη σώματος, οὐ ψυχῆς. Vgl. A 28. 35. —v 4, 1 (D. 417; εἰ σῶμα τὸ σπέρμα) Λ. καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. 36. ——7, 5ᵃ (D. 420; πῶς ἄρρενα γεννᾶται καὶ θῆλεα;) Λ. διὰ τὴν παραλλαγὴν τῶν μορίων καθ' ἣν ὁ μὲν καυλόν, ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει. Vgl. 55 A 143. 37. CLEM. Strom. II 129 p. 497 P. ναὶ μὴν Λύκος ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς Λεύκιμος [?Λεύκιππος] τὴν ἐπὶ καλοῖς. Vgl. 55 B 207. ΛΕΥΚΙΠΠΟΥ ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ. 1. ACHILL. isag. 1, 13 (aus Eudoros) τοὺς ἀστέρας δὲ ζῷα εἶναι οὔτε Ἀναξαγόραι [46 A 79] οὔτε Δημοκρίτωι ἐν τῶι Μεγάλωι διακόσμωι δοκεῖ.