Ancient Greek · ~1 min
Chapter 47
Libanius, Characteres Epistolici 47
Not analysed yet
ἡ γὰρ ὑπὲρ τὸ δέον ὑψηγορία καὶ τὸ ταύτης ὑπέρογκον καὶ τὸ ὑπεραττικίζειν ἀλλό- τριον τοῦ τῶν ἐπιστολῶν καθέστηκε χαρακτῆρος, ὧς πάν- τες οἱ παλαιοὶ μαρτυροῦσι, Φιλόστρατος δὲ ὁ Λήμνιος μάλιστά φησι· δεῖ γὰρ τὴν τῆς ἐπιστολῆς φράσιν τῆς μὲν συνηθείας ἀττικωτέραν εἶναι, τοῦ δὲ ἀττικισμοῦ συνηθεστέραν καὶ μήτε λίαν ὑψηλὴν μήτε ταπεινὴν ἄγαν, ἀλλὰ μέσην τινά.