Ancient Greek · ~5 min
Chapter 50
Libanius, Characteres Epistolici 50
Not analysed yet
τὸ μὲν οὖν μέγεθος τῆς ἐπιστολῆς ὡς πρὸς τὰ πράγματα, καὶ οὐ πάντως τὸ πλῆθος καθάπερ κακίαν ἀτιμάζειν καλόν, ἀλλὰ δεῖ καί τινας ἐπιστολὰς ἀπομηκύνειν ἐν καιρῷ πρὸς τὴν ἀπαιτοῦσαν χρείαν, πληρώσει δὲ τὴν εἰς ἐπιστολὰς χάριν ἱστοριῶν τε καὶ μύθων μνήμη καὶ παλαιῶν συγ- γραμμάτων καὶ παροιμιῶν εὐστόχων καὶ φιλοσόφων δογ- μάτων χρῆσις, οὐ μέντοι γε ταύτην διαλεκτικῶς προσ- ακτέον. 51. Τοσαῦτα μὲν περὶ ἐπιστολιμαίου χαρακτῆρος εἰρη- κὼς καὶ τοῖς λεχθεῖσιν ἀρκεῖσθαι κρίνας τοὺς συνετοὺς ὑπογράψομαι καὶ τὰς ἐπιστολὰς ἑκάστη οἰκείαν ἁρμόσας προσηγορίαν. προσήκει μέντοι τῷ γράφειν βουλομένῳ πρὸς τοῦ κατὰ τὴν ἐπίσταλσιν χαρακτῆρος μὴ ληρεῖν μήτε μὴν ἐπιθέτοις ὀνόμασι χρῆσθαι, ὡς ἂν μὴ κολα- κεία τις καὶ δυσγένεια προσῇ τῷ γράμματι, ἀλλ’ οὕτως ἀπάρχεσθαι· ὁ δεῖνα τῷ δεῖνι χαίρειν. οὕτω γὰρ ἅπαν- τες οἱ ἐπὶ σοφίᾳ τε καὶ λόγοις διαπρέψαντες παλαιοὶ φαί- νονται πεποιηκότες καὶ δεῖ τὸν ἐκείνων ζηλωτὴν βουλό- μένον γίνεσθαι κατόπιν αὐτῶν βαίνειν. εἰσὶ δὲ αἱ προ- ταγεῖσαι ἐπιστολαὶ αὗται. 52. Παραινετική. Ζηλωτὴς ἀεί, βέλτιστε, γενοῦ τῶν ἐναρέτων ἀνδρῶν. κρεῖττον γάρ ἐστι τοὺς ἀγαθοὺς ζη- λοῦντα καλὸν ἀκούειν ἢ φαύλοις ἑπόμενον ἐπονείδιστον εἶναι τοῖς πᾶσιν. 53. Μεμπτική. Οὐ καλῶς ἔδρασας τοὺς εὖ ποιήσαν- τας ἀδικήσας. δέδωκας γὰρ ἄλλοις κακίας παράδειγμα τοὺς εὐεργέτας ὑβρίζων.