Ancient Greek
Chapter 56
Libanius, Characteres Epistolici 56
Not analysed yet
Εἰρωνική. Λίαν ἄγαμαι τὴν σὴν ἐπιείκειαν, ὅτι οὕτω ταχέως μεταβάλλῃ ἀπ’ εὐνομίας εἰς τὸ ἐναντίον, 20 ὀκνῶ γὰρ εἰπεῖν εἰς μοχθηρίαν. ὡς δὲ ἔοικεν, οὐ ἐχθροὺς φίλους ποιεῖν παρεσκεύασαι, ἀλλὰ τοὺς φίλους ἐχθρούς. τὸ γὰρ δρᾶμα δέδειχεν ὡς καὶ φίλων ἀνάξιον καὶ τῆς σῆς παροινίας ἐπάξιον. 57. Εὐχαριστική. Πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν ἕνεκα χάριν γινώσκω τῇ σῇ καλοκἀγαθίᾳ, μάλιστα δὲ τοῦδε τοῦ πράγματος ἐφ’ ᾧ με τῶν ἄλλων ὑπὲρ ἀπάντων ὠφέλησας πλεῖον. 58. Φιλική. Γνησίων εὐπορήσας γραμματηφόρων ἐσπούδασα τὴν σὴν ἀγχίνοιαν προσειπεῖν. ὅσιον γὰρ ὑπάρχει τοὺς γνησίους φίλους παρόντας μὲν τιμᾶν, ἀπόν- τὰς δὲ προσερεῖν. 59. Εὐκτική. Εἴθε μοι τὸ θεῖον παράσχοι τὴν σὴν ἱερὰν θεάσασθαι μορφήν, ἧς ἀπολαῦσαι πάλαι ἐλπίζω διηνεκῶς εὐχὰς ὑπὲρ τούτου ποιούμενος τῷ κρείττονι. 60. παραγένωμαι. Εὖξαι πάσῃ ψυχῇ καὶ παντὶ σθέ- νεῖ μὴ παραγένωμαι. ἐὰν γὰρ παραγένωμαι, πολλῶν πεῖ ραθήσῃ κακῶν, ὧν οὐκ ἤλπισάς ποτε δέξασθαι πεῖραν. 61. ἀπαρνητική. Οὐδὲν εἴργασμαι, βέλτιστε ἀνδρῶν, ὧν ἀκηκοὼς ἐγκαλεῖς μοι δεινῶν. ὅθεν μηδὲν φαῦλον φρόνει περὶ ἐμοῦ. οὐ γὰρ θέμις διαβολῇ πιστεύειν καὶ φήμη ματαίᾳ μηδὲν ὑγιὲς λεγούσῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶ πολέμου. 62. Παραγγελματική. Πολλάκις ἠδίκησας τὸν ἡμέ- τερον γεωργὸν ὡς μὴ γινώσκων εἰς ἡμᾶς ἀνατρέχουσα τὴν ὕβριν. ἀλλὰ παῦσαι τοῦ λοιποῦ, μή σε καὶ τῆς προ- τέρας ἀδικίας δίκην εἰσπραξώμεθα.