Ancient Greek
Section 1
Libanius, Declamatio 3 (Legatio Menelai, Theorema) 1
Not analysed yet
Χωρίσας δὲ τὴν πρότασιν ἀπὸ τῆς κατασκευῆς ἀντιθέσεις πεποίηκα δύο. κέχρηται δὲ τῷ θεωρήματι καὶ Δημοσθένης· τί δὲ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; καὶ χωρὶς ἀπαντήσας πάλιν ἀντέθηκε τὴν τούτου κατασκευήν· ποῦ δ' ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί; καὶ λύει.