Ancient Greek · ~2 min
Chapter 139
Libanius, Declamatio I 139
Not analysed yet
σκο- πεῖτε δέ· δοῦναι λόγον ἤθελεν, οἱ δὲ ἐκέλευον πλεῖν. ἔπλει τὸν Ἰόνιον, οἱ δὲ τὸν δῆμον ἠρέθιζον. προσή- γετο τὴν νῆσον, οἱ δὲ ἐκάλουν εἰς ὄλεθρον. τέ οὖν ἐποίησεν; ὅ πᾶς τις ἂν εὖ φρονῶν. ἔσωσεν αὑτὸν καὶ τὸ βάραθρον ἐφυλάξατο. καὶ ἡγήσατο τότε παρὰ τῆς Σαλαμινίας ἀκούειν· φεῦγε τὴν ταχίστην, Ἀλκι- βιάδη. φεῦγε. ζήτει σωτηρίαν ὧς Ἀθήνησι γε οὐκ οὔσης. δοκεῖς μὲν ἐπὶ κρίσιν, καλῇ δὲ ἐπὶ θάνατον. πίστιν ἔχουσιν αἱ διαβολαί. καὶ πάντα τοῦτον κατηγοροῦ τὸν χρόνον.