Ancient Greek · ~4 min
112.1 to 112.5
Libanius, Epistulae 1-839 112.1-5
Not analysed yet
Πολλοῖς ἐκέλευσέ με τῶν παρ’ ἡμῖν οὑτοσὶ Δωρόθεος γράφειν ἡγούμενος ἐκ πολλῶν ἀνδρῶν πολλῶν ἀπολαύσεσθαι τῶν ἀγαθῶν· φανεῖσθαι γὰρ τὸν μὲν πρᾷον ἴσως, τὸν δὲ πρόθυμον, τὸν δὲ ἀνδρεῖον, ἄλλον δυνατόν, καὶ οὕτως αὑτῷ καλὸν ἔσεσθαι τῆς ἐπιθυμίας τὸ κηρίον. ἐγὼ δὲ ἔφην πρὸς αὐτόν, ὡς οὐ πολλοῖς ἄρα δέοι γράφειν, ἀλλ’ ἑνί, πὰρ ᾧ τὰ πάντα. τί μὲν γὰρ ἡμερώτερον Θεμιστίου; τίς δ’ οὕτω τοὺς Τυνδαρίδας ἐν τῇ περὶ τοὺς ξένους σπουδῇ τιμᾷ παρὰ τῷ δὲ τοσαύτη προθυμία; τί δ’ οὐχ ἧκεν εἰς τέλος ὧν ἥψατο; ὁ δ’ ὡς ἤκουσε τοὔνομα, σκιρτήσας καὶ μειδιάσας τούτου μὲν ἔφησεν ἐπιθυμεῖν, μεῖζον δὲ αὑτοῦ τὸ πρᾶγμα διόπερ οὐκ αἰτῆσαι. ἀλλ’ εὖ ἴσθι, καὶ τούτου Δωρόθεος ἄξιος καὶ ἔτι μείζονος. ‘ὲν δέ, οἶμαι, μεῖζον τῆς παρὰ σοῦ ῥοπῆς, ἡ παρὰ τῶν θεῶν. ὧν εἰκότως ἂν εὐμενῶν τυγχάνοι τῆς εἰς φίλους ἀρετῆς εἵνεκα. οὗτος γὰρ Ἀργυρίου ἡμῖν τὸν οἶκον, ὃν ἀγαπᾷς τε καὶ ὑφ’ οὗ θαυμάζῃ, σέσωκεν εἰς πάσας μὲν ἀνάγκας ἀχθείς, νικήσας δὲ καρτερίᾳ τὴν Φαλά- ριδος ὠμότητα, τὸ δ’ ἀποθανεῖν, εἰ συμβαίη, πρὸ τοῦ τὸν ἑταῖρον ἀδικῆσαι θέμενος.