Ancient Greek · ~2 min
Letter 111
Libanius, Epistulae 1-839 111
Not analysed yet
Χάριν τὴν μὲν ἔχομέν σοι, τὴν δὲ αἰτοῦμεν. ὅτι μὲν γὰρ ἡδέως τε εἶδες τουτονὶ Κυριακὸν καὶ πρὸς ἅπαντα συνἐ- πράξας καὶ οὐδὲν ἀργῶς ἐχαρίζου, διπλῇ γε ἐτίμας, τῷ τε ποιεῖν καὶ τῷ δι’ ἐμὲ φάσκειν τοῦτο ποιεῖν. γενοῦ δὴ καὶ πρὸς τὰ δεύτερα ὅμοιος ἡμῖν, μᾶλλον δὲ καὶ βελτίων, ὅπως εἰδῇ σοι καὶ ἡ παροιμία χάριν, ὅτι αὐτὴν βεβαιοῖς. πάντως δὲ οὐ καινόν, εἰ μετὰ τῶν δικαίων Ἀρχέλαος ὁ καλὸς στήσεται πάλαι ταύτην πεπορευμένος τὴν ὁδόν.