Ancient Greek · ~7 min
114.1 to 114.7
Libanius, Epistulae 1-839 114.1-7
Not analysed yet
Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε. δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις. καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμ- πάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε. εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ’ οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων; ἐμὲ τοίνυν, φησὶν ἡ πόλις, πολλαῖς μὲν οἰκίαις ὥσπερ ὅρμοις ἐκόσμησας, πολλοῖς δὲ λουτροῖς, τοῖς μὲν εἴσω τεί- χους, τοῖς δὲ εὐθὺς πρὸ πυλῶν, καὶ κήπους ἐφυ- τεύσω καὶ ἀνδρῶνας ᾠκοδομήσω, θυμηδίας μακα. θεράπαιναι δὲ αὗταί με πανταχόθεν περιε- στᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ’ ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι; ἂν ταῦτα λέγῃ μὲν ἡ πόλις, λέγῃ δὲ ὁ πρεσβευτής. ἐρεῖ δέ, καὶ γὰρ προσέταξεν ἡ πόλις, τί ἀποκρινῇ; λόγου μὲν ἴσως οὐκ ἀπορήσεις πόριμος ὢν ἐν ἀπόροις, ἀλλ’ ἡμῖν ἔργον μὴ λόγον ἀκούειν, ὅντινα ἂν εἴπῃς, ἀλλ’ ὁρᾶν ἃ χρῄζομεν. καὶ τὴν πρεσβείαν ἡγοῦ δύο ταῦτα ζητεῖν, πρῶτον μὲν ἡμῖν ἀποδοῦ- ναι τὸν αὐξηθέντα παρ’ ἡμῖν σωτῆρα, δεύτερον δὲ τὸν βασι- λέως Νέστορα. μὴ τοίνυν τὰς Ὀβοδιανοῦ λαμπρὰς ἐλέγξῃς ὑποσχέσεις, ὃς εἰπών, ὅτι σε πείσει πάντως, ἀπῆρεν.