Ancient Greek · ~2 min
114.8 to 114.9
Libanius, Epistulae 1-839 114.8-9
Not analysed yet
ἀλλ’ ὅταν αὐτὸν ἐπαινέσῃς παρὰ τοῖς ἐκεῖ, καὶ τὴν ὅλην βουλὴν σεμνυνεῖς τῇ τούτου γνώμῃ, καλλίων γὰρ ὄντως ἁνὴρ τὴν ψυχὴν ἢ τὴν μορφήν. σὺ δὲ ταῖς πολλαῖς εὐεργεσίαις ἐπίθες τὸν κολοφῶνα δοὺς αὐτῷ πρὸς ἡμᾶς ἀγγέλλειν· ὡς εἶπον, ὡς ἔπεισα. πλησίον ἁνήρ. λαβόντες δὲ ἡμεῖς τὸν Καλ- λιόπης ἐπώνυμον, οὐ γὰρ ἂν ἀπολείποιτο τοῦ Δῖός ὁ Δῖός ὄρνις, ὅτι μὲν σὲ πρὸ τῆς πατρίδος ἔθετο, φιλήσομεν, ὅτι δ’ οὐχ αὑτόν τε καὶ σὲ πάλαι πρὸς ταύτην ἐπανήγαγεν ἀπὸ τοσαύτης γλώττης, κατηγορήσομεν, τὸ τίμημα δέ, ἢν σὺ κελεύῃς, ἀφήσομεν.