Ancient Greek · ~3 min
115.1 to 115.3
Libanius, Epistulae 1-839 115.1-3
Not analysed yet
Τά τε ἄλλα με ἐτίμησεν ὁ θεῖος καὶ δὴ Λαὶ τελευτᾶν μέλλων ἕνα με τῶν κληρονόμων ποιεῖ τιμᾶν καὶ ταύτῃ νομί- ζων, ὁ δὲ ἄρα πολέμου μοι κατελίμπανεν ἀρχήν. ἀλλὰ καὶ αὐτὸς εἶ τῶν τε ληψομένων τι τῶν τε ἤδη πολεμουμένων, ὥστ τις αὐτῷ τὸ συμβησόμενον ἔσχεν εἰπεῖν. δοκεῖ μοι μήτ’ ἂν ἐμὲ τῶν ἀγρῶν μήτε σὲ τῆς οἰκίας μετὰ τὴν αὐτοῦ γυναῖκα καταστῆσαι κύριον εἰδώς, ὅτι κρείττων ἡμῖν ἡσυχία χρημά- των ὁ γὰρ πολλὰ μὲ. λαβὼν διὰ τὸν αὑτοῦ πατέρα, δεινὸν δὲ ἡγούμενος εἰ μὴ καὶ πάντα, χρεῶν ὄγκον ἐπιφέρει τῷ θείῳ πρότερον μὲν οὐ φανέντων. νῦν δὲ ἀναφύντων.