Ancient Greek · ~3 min
Letter 117
Libanius, Epistulae 1-839 117
Not analysed yet
Ἔδοξε Παιονίῳ καὶ νόμους προσλαβεῖν ἐγὼ δὲ οὔτε ἐκώλυσα παρ’ οὐ τε ἔστι τοὺς νόμους λαβεῖν ἔδειξα. καὶ γὰρ ἴδει με μισθὸν αὐτῷ τῆς ἐπιεικείας δοῦναι, δι’ ἣν ἐλύπησε μὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐμέ, πολλὰ δὲ εὔφρανε κοὶ μικρὰ καὶ μείζω. νομίζω δὲ καὶ τούτῳ τετιμῆσθαι τῷ κοινωνή- σαντά μοι τῆς γνώμης εἶτα ἀπαίρειν· ὡς οἴ γε λαθεῖν ἐπι- χειρήσαντες ἠσέβουν ἐν τῷ φοβηθῆναι κώλυμα παρ’ ἡμῶν, εἰ προείποιεν, ἀλλ’ οὗτός γε ἄξιος εἶναι βουλόμενος τοῦ τε πα- τρὸς καὶ τοῦ πάππου φύσιν τε τὴν ἡμετέραν ἐπιγνοὺς ἐξέφηνέ τε ποιήσει καὶ κεκόσμηται τοῖς γράμμασι. δεῖ δὲ σὲ οὐ μαθητὴν μόνον, ἀλλὰ καὶ φίλον νομίσαι τὸν νεανίσκον καὶ τοῦτο δεῖξαι τοῖς ἀμφὶ σὲ πᾶσιν, ὅτι ἔστι τι παρὰ σοῦ Παιο- νίω πλέον.