Ancient Greek · ~3 min
119.7 to 119.10
Libanius, Epistulae 1-839 119.7-10
Not analysed yet
τοῦτ’ εὐθὺς μὲν οὐκ ἐδυσ- χἐρανας, οὐ γοῦν ἔδειξας, ἀπελθὼν δὲ ὕβριν ἐκάλεις, οὐ γάρ με ἔλαθες. τί δὴ τὸ τὴν ὕβριν ἔχον, εἰ μήτε τὸ ἐπαινεῖν ὑβρίζειν ἐστὶ μήτε τὸ δυστυχίαν ὁμολογεῖν; ἀλλ’ οὐ συν- διετρίψαμεν ὁπόσον εἰκός, καὶ τοῦτο ἐγκαλεῖς. κοινή γε ἡ ζημία. ἀλλά τοι βέλτιον σὲ μὲν τῆς ἐμῆς ἀσχολίας κατηγο- ρεῖν, ἐμὲ δὲ τῆς σῆς, ἀλλήλων δὲ ἡμᾶς. ἀλλ’, ὦ βέλτιστε καὶ χρηστὲ Δημοσθένους ἀπόγονε, μὴ ταύτῃ κρῖνε τὰς φιλίας, ἀλλ’ αὐτῶ τῷ φιλεῖν· ὡς πολλοὶ συμπίνοντες ὁσημέραι κἂν τοῦ αἵ- ματος ἀλλήλων ἡδέως πίοιεν. σὺ δ’ ἄλλους ἀφεὶς Ἀβυδη- νοὺς εἶναι φύλαττε τοὺς σαυτοῦ τρόπους καὶ τοῦ γε μὴ μετα- βεβλῆσθαι δεῖγμα παρέχου τὸ Βοηθὸν τουτονὶ μὴ πολλῶν ἐᾶσαι δεηθῆναι ὁ δὲ καὶ Ζηνοβίου τοῦ πάνυ συγγενὴς καὶ ἡμῖν ἐπιτήδειος καὶ γέρων, ὡς ὁρᾷς, καὶ ἀδικεῖται