Ancient Greek · ~2 min
Letter 120
Libanius, Epistulae 1-839 120
Not analysed yet
Ἀλλ᾿ ὑμῖν μὶν οἱ γάμοι χωροῖεν κατὰ νοῦν Δῖός τε γα- μηλίου καὶ τῆς Δῖός θυγατρός, ἧς ἔργα γάμου, διδόντων τὴν ἀγαθὴν τῇ συζυγίᾳ τύχην, ἡμῖν δὲ νῦν οὔπω καιρὸς ἐπὶ τοι- αὐτὰ φοιτᾶν. ἡ τάχα ἂν ἦμεν οὐ τῶν δειπνούντων μόνον, ἀλλὰ καὶ τῶν ᾀδόντων φίλου μὲν ἐκδιδόντος ἀδελφιδῆν, φί- λου δὲ ἀγομένου τὴν κόρην. ἀλλ’ ὅπερ ἔφην, μέχρι τοῦ συνεύξασθαι πόρρωθεν κοινωνοῦμεν τῶν δρωμένων· τοσοῦτο 10 γὰρ ἔξεστιν.