Ancient Greek · ~4 min
Letter 123
Libanius, Epistulae 1-839 123
Not analysed yet
Οἱ λέγοντές με πλεῖστον ἀφεστάναι λόγων ἐμοὶ μὲν ταὐτὰ φθέγγονται σοὶ δὲ ἀντιλέγουσιν. ἐγὼ μὲν γὰρ οὐδεπώποτε ἐμαυτὸν ἡγησάμην ῥητορικόν, σὺ δ’ οὐδεπώποτέ με ἐπαύσω τοῦτο καλῶν. εἰ δὴ σὺ μὲν θεῖος καὶ τοῦτό φασιν οἱ θεοί, μάχονται δ’ ἐκεῖνοι τῇ ψήφῳ τῇ σῇ, τίνες ἂν εἶεν, σκόπει θαυμάζω δὲ αὐτῶν εἰ ἐμὲ μὲν ἡγοῦνται τύχη μὲν ἠνθηκέναι πάλαι, γήρᾳ δὲ ἀπεσβηκέναι νῦν, αὐτοὶ δὲ ἐξ ἀφανείας πολ- λῆς νυνὶ σοβοῦντες οὔτι οἴονται τύχῃ κεχρῆσθαι τῇ μικρὸν ὕστερον ἀποπτησομένῃ. ἐμὲ μὲν οὖν τούτων οὐδὲν δύνα- ται δάκνειν, εἰ δὲ ἤλγουν, εἶχον ἄν. ὅθεν ἂν παραμυθίαν ἀγάγοιμι· πολλοῖς γὰρ ἐμοῦ βελτίοσι τὰ τοιαῦτα ἐπέθετο στό- ματα, σοὶ καὶ τῷ σῷ διδασκάλῳ καὶ τῷ ’κείνου καὶ ἔτι γε τῷ ’κείνου. σὺ μὲν οὖν ὡς ἂν φιλοσόφων ὁ δοκιμώτατος εὔχου τῇ Δίκῃ μεταβαλεῖν αὐτοῖς τὸν τρόπον, ἐγὼ δὲ ὡς ἄν τις τῶν ἀμαθῶν ὁ σκαιότατος αἰτῶ τὴν αὐτὴν θεὸν <ἐν> ἴσοις αὐτοὺς διατηρῆσαι τρόποις.