Ancient Greek · ~2 min
127.1 to 127.2
Libanius, Epistulae 1-839 127.1-2
Not analysed yet
Μεθ' ὧν ἔγραψας τὰ ἔπη θεῶν, σὺ γὰρ δὴ μόνος ἀμ- φότερον, ποιητής τ' ἀγαθὸς κρατερός τε ῥήτωρ, οὗ- τοί μοι δοκοῦσιν Ἑρμογένει προθυμίαν ἐμβαλεῖν εἰς τὸ λῦσαι τοὺς φόβους. καίτοι τῆς αὐτῆς ἡμέρας εἶχέ τε τὰ παρὰ σοῦ καὶ παρελύετο τῆς ἀρχῆς, ἀλλ’ ὅμως ἐν τῷ πυθμένι τοῦ πίθου τῶν γε σῶν οὐκ ἠμέλησεν, ἀλλ’ ἔστενεν ἅμα καὶ χάριν ἡγούμενος, ἣν ἐδίδου λαμβάνειν καλῷ τε λέγων ἔργῳ κατα- κλείσειν τὴν ἀρχὴν ἐκέλευεν ὧν ἐχρῄζομεν.