Ancient Greek · ~3 min
Letter 126
Libanius, Epistulae 1-839 126
Not analysed yet
Τὸ Ζήζους χωρίον ἐκτήσατο μὲν ὁ θεῖος οὑμὸς οὐκ ἀδί- κως, κατέσχον δὲ ἐγὼ τῇ τε τοῦ δικαίου τάξει καὶ τῇ παρὰ σοῦ βοηθείᾳ, δι’ ἣν οὐκ ἔστιν ὅτε σε οὐκ ἐπαινοῦμεν, ἄλλως θ’ ὅτε καὶ ἀπαράκλητος ὑπὲρ ἡμῶν ἔστης. νῦν τοίνυν οἱ τοῦτο γεωργοῦντες ἥκουσι περίφοβοι καί τινας ἀπαγγέλλουσιν ἀπειλάς, ἐν αἷς ἦν, ὅτι δώσουσι δίκην ὧν ἀδικοῦσι τὸν βα- σιλέως οἶκον ἡμᾶς τῆς ἐκείνου γῆς πεποιηκότες δεσπότας. ἐμοὶ δὲ δοκοῦσιν ἀκηκοέναι μὲν τούτων οὐδέν, ἐλπίζειν δέ. καὶ θαυμαστὸν οὐδὲν ἀνθρώπους ὁμιλοῦντας ἀρότρῳ καὶ βουσὶ δείματα αὑτοῖς οὐκ ὄντα ἀναπλάττειν καὶ τὰ οὐδ’ ἐσό- μένα γεγονέναι νομίζειν. τοιοῦτον γὰρ τὸ γεωργεῖν· ἀφελῶς ἔχειν ποιεῖ. ἀλλὰ σὺ τὰ σαυτοῦ μιμούμενος καὶ φιλίαι ἢ ἐνεστήσω τηρῶν δίδαξον τοὺς δεδιότας, ὅτι κἂν ἄλλῳ μαχἐ- σαιο τούσδε ταράττοντι.