Ancient Greek · ~2 min
127.4 to 127.5
Libanius, Epistulae 1-839 127.4-5
Not analysed yet
ὁ δὲ ταῦτα ἀγγείλας καὶ Πρισκιανός. ὁ μὲν ἀνέγνω Τιτιανοῦ τοὺς λόγους, Πρισκιανὸς δέ, τότε γὰρ ἄσχολος ἦν, νῦν ἀπαιτεῖ, καὶ ἀποδώσομεν οὐκ ἀγνοήσαντες τὴν ἐπιστολὴν ἐν ᾗ διαλέγῃ τῷ παιδὶ περί τε φωνῆς τόνου καὶ τῶν ἐνταῦθα μεταβολῶν πνεύματός τε ἀναπαύλης καὶ τῶν ἄλλων, ὅσα βοηθεῖ λόγῳ. ἅ μοι δοκεῖ μὴ μόνον τὸν νεανίσκον ἀμείνω καταστήσειν, ἀλλὰ καἰ ἐμὲ τὸν γέροντα, καθ’ οὗ τις ἤδη καὶ σκῶμμα ἀφῆ- κεν, ὡς εἴην ὑποκριτὴς μᾶλλον ἢ ῥήτωρ.